شكراً، رسالتكم قد أرسلت
يوحنا ٢
١Καὶ
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
γάμος
ἐγένετο
ἐν
Κανὰ
τῆς
Γαλιλαίας,
καὶ
ἦν
ἡ
μήτηρ
τοῦ
Ἰησοῦ
ἐκεῖ·
٢ἐκλήθη
δὲ
καὶ
ὁ
Ἰησοῦς
καὶ
οἱ
μαθηταὶ
αὐτοῦ
εἰς
τὸν
γάμον.
٣καὶ
ὑστερήσαντος
οἴνου,
λέγει
ἡ
μήτηρ
τοῦ
Ἰησοῦ
πρὸς
αὐτόν,
Οἶνον
οὐκ
ἔχουσιν.
٤λέγει
αὐτῇ
ὁ
Ἰησοῦς,
Τί
ἐμοὶ
καὶ
σοί,
γύναι;
οὔπω
ἥκει
ἡ
ὥρα
μου.
٥λέγει
ἡ
μήτηρ
αὐτοῦ
τοῖς
διακόνοις,
Ὅ
τι
ἂν
λέγῃ
ὑμῖν,
ποιήσατε.
٦ἦσαν
δὲ
ἐκεῖ
ὑδρίαι
λίθιναι
ἓξ
κείμεναι
κατὰ
τὸν
καθαρισμὸν
τῶν
Ἰουδαίων,
χωροῦσαι
ἀνὰ
μετρητὰς
δύο
ἢ
τρεῖς.
٧λέγει
αὐτοῖς
ὁ
Ἰησοῦς,
Γεμίσατε
τὰς
ὑδρίας
ὕδατος.
καὶ
ἐγέμισαν
αὐτὰς
ἕως
ἄνω.
٨καὶ
λέγει
αὐτοῖς,
Ἀντλήσατε
νῦν,
καὶ
φέρετε
τῷ
ἀρχιτρικλίνῳ.
Καὶ
ἤνεγκαν.
٩ὡς
δὲ
ἐγεύσατο
ὁ
ἀρχιτρίκλινος
τὸ
ὕδωρ
οἶνον
γεγενημένον,
καὶ
οὐκ
ᾔδει
πόθεν
ἐστίν-
οἱ
δὲ
διάκονοι
ᾔδεισαν
οἱ
ἠντληκότες
τὸ
ὕδωρ-
φωνεῖ
τὸν
νυμφίον
ὁ
ἀρχιτρίκλινος,
١٠καὶ
λέγει
αὐτῷ,
Πᾶς
ἄνθρωπος
πρῶτον
τὸν
καλὸν
οἶνον
τίθησιν,
καὶ
ὅταν
μεθυσθῶσιν,
τότε
τὸν
ἐλάσσω·
σὺ
τετήρηκας
τὸν
καλὸν
οἶνον
ἕως
ἄρτι.
١١ταύτην
ἐποίησεν
τὴν
ἀρχὴν
τῶν
σημείων
ὁ
Ἰησοῦς
ἐν
Κανὰ
τῆς
Γαλιλαίας,
καὶ
ἐφανέρωσεν
τὴν
δόξαν
αὐτοῦ·
καὶ
ἐπίστευσαν
εἰς
αὐτὸν
οἱ
μαθηταὶ
αὐτοῦ.
١٢Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. ١٣Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. ١٤καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους. ١٥καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψεν· ١٦καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. ١٧ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγεν με.
١٨ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; ١٩ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν ٢٠εἶπον οὖν οἱ Ἰουδαῖοι, τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ٢١ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ٢٢ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν· αὐτοῖς· καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς
٢٣Ὡς δὲ ἦν ἐν Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ٢٤αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, ٢٥καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.

الرجاء إدخال تعليقك أو فسّر عن المشكلة التي واجهتها في الأسفل.