Thank you, your message has been sent.
John 2
1Καὶ
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
γάμος
ἐγένετο
ἐν
Κανὰ
τῆς
Γαλιλαίας,
καὶ
ἦν
ἡ
μήτηρ
τοῦ
Ἰησοῦ
ἐκεῖ·
2ἐκλήθη
δὲ
καὶ
ὁ
Ἰησοῦς
καὶ
οἱ
μαθηταὶ
αὐτοῦ
εἰς
τὸν
γάμον.
3καὶ
ὑστερήσαντος
οἴνου,
λέγει
ἡ
μήτηρ
τοῦ
Ἰησοῦ
πρὸς
αὐτόν,
Οἶνον
οὐκ
ἔχουσιν.
4λέγει
αὐτῇ
ὁ
Ἰησοῦς,
Τί
ἐμοὶ
καὶ
σοί,
γύναι;
οὔπω
ἥκει
ἡ
ὥρα
μου.
5λέγει
ἡ
μήτηρ
αὐτοῦ
τοῖς
διακόνοις,
Ὅ
τι
ἂν
λέγῃ
ὑμῖν,
ποιήσατε.
6ἦσαν
δὲ
ἐκεῖ
ὑδρίαι
λίθιναι
ἓξ
κείμεναι
κατὰ
τὸν
καθαρισμὸν
τῶν
Ἰουδαίων,
χωροῦσαι
ἀνὰ
μετρητὰς
δύο
ἢ
τρεῖς.
7λέγει
αὐτοῖς
ὁ
Ἰησοῦς,
Γεμίσατε
τὰς
ὑδρίας
ὕδατος.
καὶ
ἐγέμισαν
αὐτὰς
ἕως
ἄνω.
8καὶ
λέγει
αὐτοῖς,
Ἀντλήσατε
νῦν,
καὶ
φέρετε
τῷ
ἀρχιτρικλίνῳ.
Καὶ
ἤνεγκαν.
9ὡς
δὲ
ἐγεύσατο
ὁ
ἀρχιτρίκλινος
τὸ
ὕδωρ
οἶνον
γεγενημένον,
καὶ
οὐκ
ᾔδει
πόθεν
ἐστίν-
οἱ
δὲ
διάκονοι
ᾔδεισαν
οἱ
ἠντληκότες
τὸ
ὕδωρ-
φωνεῖ
τὸν
νυμφίον
ὁ
ἀρχιτρίκλινος,
10καὶ
λέγει
αὐτῷ,
Πᾶς
ἄνθρωπος
πρῶτον
τὸν
καλὸν
οἶνον
τίθησιν,
καὶ
ὅταν
μεθυσθῶσιν,
τότε
τὸν
ἐλάσσω·
σὺ
τετήρηκας
τὸν
καλὸν
οἶνον
ἕως
ἄρτι.
11ταύτην
ἐποίησεν
τὴν
ἀρχὴν
τῶν
σημείων
ὁ
Ἰησοῦς
ἐν
Κανὰ
τῆς
Γαλιλαίας,
καὶ
ἐφανέρωσεν
τὴν
δόξαν
αὐτοῦ·
καὶ
ἐπίστευσαν
εἰς
αὐτὸν
οἱ
μαθηταὶ
αὐτοῦ.
12Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. 13Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους. 15καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψεν· 16καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγεν με.
18ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν 20εἶπον οὖν οἱ Ἰουδαῖοι, τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν· αὐτοῖς· καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς
23Ὡς δὲ ἦν ἐν Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει 24αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, 25καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.

Please enter your comment or explain a problem you found below.