Thank you, your message has been sent.
Matthew 1
1Βίβλος
γενέσεως
Ἰησοῦ
χριστοῦ,
υἱοῦ
Δαβὶδ,
υἱοῦ
Ἀβραάμ.
2Ἀβραὰμ
ἐγέννησεν
τὸν
Ἰσαάκ·
Ἰσαὰκ
δὲ
ἐγέννησεν
τὸν
Ἰακώβ·
Ἰακὼβ
δὲ
ἐγέννησεν
τὸν
Ἰούδαν
καὶ
τοὺς
ἀδελφοὺς
αὐτοῦ·
3Ἰούδας
δὲ
ἐγέννησεν
τὸν
Φαρὲς
καὶ
τὸν
Ζάρα
ἐκ
τῆς
Θαμάρ·
Φαρὲς
δὲ
ἐγέννησεν
τὸν
Ἑσρώμ·
Ἑσρὼμ
δὲ
ἐγέννησεν
τὸν
Ἀράμ·
4Ἀρὰμ
δὲ
ἐγέννησεν
τὸν
Ἀμιναδάβ·
Ἀμιναδὰβ
δὲ
ἐγέννησεν
τὸν
Ναασσών·
Ναασσὼν
δὲ
ἐγέννησεν
τὸν
Σαλμών·
5Σαλμὼν
δὲ
ἐγέννησεν
τὸν
Βοὸζ
ἐκ
τῆς
Ῥαχάβ·
Βοὸζ
δὲ
ἐγέννησεν
τὸν
Ὠβὴδ
ἐκ
τῆς
Ῥούθ·
Ὠβὴδ
δὲ
ἐγέννησεν
τὸν
Ἰεσσαί·
6Ἰεσσαὶ
δὲ
ἐγέννησεν
τὸν
Δαβὶδ
τὸν
βασιλέα.
Δαβὶδ
δὲ
ὁ
βασιλεὺς
ἐγέννησεν
τὸν
Σολομῶντα
ἐκ
τῆς
τοῦ
Οὐρίου·
7Σολομὼν
δὲ
ἐγέννησεν
τὸν
Ῥοβοάμ·
Ῥοβοὰμ
δὲ
ἐγέννησεν
τὸν
Ἀβιά·
Ἀβιὰ
δὲ
ἐγέννησεν
τὸν
Ἀσά·
8Ἀσά
δὲ
ἐγέννησεν
τὸν
Ἰωσαφάτ·
Ἰωσαφὰτ
δὲ
ἐγέννησεν
τὸν
Ἰωράμ·
Ἰωρὰμ
δὲ
ἐγέννησεν
τὸν
Ὀζίαν·
9Ὀζίας
δὲ
ἐγέννησεν
τὸν
Ἰωαθάμ·
Ἰωαθὰμ
δὲ
ἐγέννησεν
τὸν
Ἀχάζ·
Ἀχὰζ
δὲ
ἐγέννησεν
τὸν
Ἑζεκίαν·
10Ἑζεκίας
δὲ
ἐγέννησεν
τὸν
Μανασσῆ·
Μανασσῆς
δὲ
ἐγέννησεν
τὸν
Ἀμών·
Ἀμὼν
δὲ
ἐγέννησεν
τὸν
Ἰωσίαν·
11Ἰωσίας
δὲ
ἐγέννησεν
τὸν
Ἰεχονίαν
καὶ
τοὺς
ἀδελφοὺς
αὐτοῦ,
ἐπὶ
τῆς
μετοικεσίας
Βαβυλῶνος.
12Μετὰ
δὲ
τὴν
μετοικεσίαν
Βαβυλῶνος,
Ἰεχονίας
ἐγέννησεν
τὸν
Σαλαθιήλ·
Σαλαθιὴλ
δὲ
ἐγέννησεν
τὸν
Ζοροβαβέλ·
13Ζοροβαβὲλ
δὲ
ἐγέννησεν
τὸν
Ἀβιούδ·
Ἀβιοὺδ
δὲ
ἐγέννησεν
τὸν
Ἐλιακείμ·
Ἐλιακεὶμ
δὲ
ἐγέννησεν
τὸν
Ἀζώρ·
14Ἀζὼρ
δὲ
ἐγέννησεν
τὸν
Σαδώκ·
Σαδὼκ
δὲ
ἐγέννησεν
τὸν
Ἀχείμ·
Ἀχεὶμ
δὲ
ἐγέννησεν
τὸν
Ἐλιούδ·
15Ἐλιοὺδ
δὲ
ἐγέννησεν
τὸν
Ἐλεάζαρ·
Ἐλεάζαρ
δὲ
ἐγέννησεν
τὸν
Ματθάν·
Ματθὰν
δὲ
ἐγέννησεν
τὸν
Ἰακώβ·
16Ἰακὼβ
δὲ
ἐγέννησεν
τὸν
Ἰωσὴφ
τὸν
ἄνδρα
Μαρίας,
ἐξ
ἧς
ἐγεννήθη
Ἰησοῦς,
ὁ
λεγόμενος
χριστός.
17Πᾶσαι
οὖν
αἱ
γενεαὶ
ἀπὸ
Ἀβραὰμ
ἕως
Δαβὶδ
γενεαὶ
δεκατέσσαρες·
καὶ
ἀπὸ
Δαβὶδ
ἕως
τῆς
μετοικεσίας
Βαβυλῶνος,
γενεαὶ
δεκατέσσαρες·
καὶ
ἀπὸ
τῆς
μετοικεσίας
Βαβυλῶνος
ἕως
τοῦ
χριστοῦ,
γενεαὶ
δεκατέσσαρες.
18Τοῦ δὲ Ἰησοῦ χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. 19Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ, ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσὴφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 21τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου, λέγοντος, 23Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ θεός.
24Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου· καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ, 25καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Please enter your comment or explain a problem you found below.