Thank you, your message has been sent.
Mark 2
1Καὶ
πάλιν
εἰσῆλθεν
εἰς
Καπερναοὺμ
δι᾽
ἡμερῶν·
καὶ
ἠκούσθη
ὅτι
εἰς
οἶκόν
ἐστίν.
2καὶ
εὐθέως
συνήχθησαν
πολλοὶ,
ὥστε
μηκέτι
χωρεῖν
μηδὲ
τὰ
πρὸς
τὴν
θύραν·
καὶ
ἐλάλει
αὐτοῖς
τὸν
λόγον.
3καὶ
ἔρχονται
πρὸς
αὐτὸν,
παραλυτικὸν
φέροντες,
αἰρόμενον
ὑπὸ
τεσσάρων.
4καὶ
μὴ
δυνάμενοι
προσεγγίσαι
αὐτῷ
διὰ
τὸν
ὄχλον,
ἀπεστέγασαν
τὴν
στέγην
ὅπου
ἦν,
καὶ
ἐξορύξαντες
χαλῶσι
τὸν
κράββατον
ἐφ᾽
ᾧ
ὁ
παραλυτικὸς
κατέκειτο.
5ἰδὼν
δὲ
ὁ
Ἰησοῦς
τὴν
πίστιν
αὐτῶν
λέγει
τῷ
παραλυτικῷ,
Τέκνον,
ἀφέωνταί
σοι
αἱ
ἁμαρτίαι
σου.
6ἦσαν
δέ
τινες
τῶν
γραμματέων
ἐκεῖ
καθήμενοι,
καὶ
διαλογιζόμενοι
ἐν
ταῖς
καρδίαις
αὐτῶν,
7Τί
οὗτος
οὕτως
λαλεῖ
βλασφημίας;
τίς
δύναται
ἀφιέναι
ἁμαρτίας
εἰ
μὴ
εἷς,
ὁ
θεός;
8καὶ
εὐθέως
ἐπιγνοὺς
ὁ
Ἰησοῦς
τῷ
πνεύματι
αὐτοῦ
ὅτι
οὕτως
διαλογίζονται
ἐν
ἑαυτοῖς
εἶπεν
αὐτοῖς
Τί
ταῦτα
διαλογίζεσθε
ἐν
ταῖς
καρδίαις
ὑμῶν
9τί
ἐστιν
εὐκοπώτερον,
εἰπεῖν
τῷ
παραλυτικῷ,
Ἀφέωνταί
σοί
αἱ
ἁμαρτίαι,
ἢ
εἰπεῖν,
Ἔγειραι,
καὶ
ἆρον
σου
τὸν
κράββατον,
καὶ
περιπάτει;
10ἵνα
δὲ
εἰδῆτε
ὅτι
ἐξουσίαν
ἔχει
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἀφιέναι
ἐπὶ
τῆς
γῆς
ἁμαρτίας-
λέγει
τῷ
παραλυτικῷ-
11Σοὶ
λέγω,
ἔγειραι
καὶ
ἆρον
τὸν
κράββατον
σου,
καὶ
ὕπαγε
εἰς
τὸν
οἶκόν
σου.
12καὶ
ἠγέρθη
εὐθέως,
καὶ
ἄρας
τὸν
κράββατον,
ἐξῆλθεν
ἐναντίον
πάντων·
ὥστε
ἐξίστασθαι
πάντας,
καὶ
δοξάζειν
τὸν
θεὸν,
λέγοντας
ὅτι
Οὐδέποτε
οὕτως
εἴδομεν.
13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 15Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθησαν αὐτῷ. 16καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; 17καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.
18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, νηστεύειν; ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον, οὐ δύνανται νηστεύειν· 20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 21Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοί ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον.
23Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 25καὶ αὐτὸς ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαβίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; 26πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ τοῦ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν 27καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Please enter your comment or explain a problem you found below.