شكراً، رسالتكم قد أرسلت
مرقس ٢
١Καὶ
πάλιν
εἰσῆλθεν
εἰς
Καπερναοὺμ
δι᾽
ἡμερῶν·
καὶ
ἠκούσθη
ὅτι
εἰς
οἶκόν
ἐστίν.
٢καὶ
εὐθέως
συνήχθησαν
πολλοὶ,
ὥστε
μηκέτι
χωρεῖν
μηδὲ
τὰ
πρὸς
τὴν
θύραν·
καὶ
ἐλάλει
αὐτοῖς
τὸν
λόγον.
٣καὶ
ἔρχονται
πρὸς
αὐτὸν,
παραλυτικὸν
φέροντες,
αἰρόμενον
ὑπὸ
τεσσάρων.
٤καὶ
μὴ
δυνάμενοι
προσεγγίσαι
αὐτῷ
διὰ
τὸν
ὄχλον,
ἀπεστέγασαν
τὴν
στέγην
ὅπου
ἦν,
καὶ
ἐξορύξαντες
χαλῶσι
τὸν
κράββατον
ἐφ᾽
ᾧ
ὁ
παραλυτικὸς
κατέκειτο.
٥ἰδὼν
δὲ
ὁ
Ἰησοῦς
τὴν
πίστιν
αὐτῶν
λέγει
τῷ
παραλυτικῷ,
Τέκνον,
ἀφέωνταί
σοι
αἱ
ἁμαρτίαι
σου.
٦ἦσαν
δέ
τινες
τῶν
γραμματέων
ἐκεῖ
καθήμενοι,
καὶ
διαλογιζόμενοι
ἐν
ταῖς
καρδίαις
αὐτῶν,
٧Τί
οὗτος
οὕτως
λαλεῖ
βλασφημίας;
τίς
δύναται
ἀφιέναι
ἁμαρτίας
εἰ
μὴ
εἷς,
ὁ
θεός;
٨καὶ
εὐθέως
ἐπιγνοὺς
ὁ
Ἰησοῦς
τῷ
πνεύματι
αὐτοῦ
ὅτι
οὕτως
διαλογίζονται
ἐν
ἑαυτοῖς
εἶπεν
αὐτοῖς
Τί
ταῦτα
διαλογίζεσθε
ἐν
ταῖς
καρδίαις
ὑμῶν
٩τί
ἐστιν
εὐκοπώτερον,
εἰπεῖν
τῷ
παραλυτικῷ,
Ἀφέωνταί
σοί
αἱ
ἁμαρτίαι,
ἢ
εἰπεῖν,
Ἔγειραι,
καὶ
ἆρον
σου
τὸν
κράββατον,
καὶ
περιπάτει;
١٠ἵνα
δὲ
εἰδῆτε
ὅτι
ἐξουσίαν
ἔχει
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἀφιέναι
ἐπὶ
τῆς
γῆς
ἁμαρτίας-
λέγει
τῷ
παραλυτικῷ-
١١Σοὶ
λέγω,
ἔγειραι
καὶ
ἆρον
τὸν
κράββατον
σου,
καὶ
ὕπαγε
εἰς
τὸν
οἶκόν
σου.
١٢καὶ
ἠγέρθη
εὐθέως,
καὶ
ἄρας
τὸν
κράββατον,
ἐξῆλθεν
ἐναντίον
πάντων·
ὥστε
ἐξίστασθαι
πάντας,
καὶ
δοξάζειν
τὸν
θεὸν,
λέγοντας
ὅτι
Οὐδέποτε
οὕτως
εἴδομεν.
١٣Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. ١٤καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. ١٥Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθησαν αὐτῷ. ١٦καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; ١٧καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.
١٨Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; ١٩καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, νηστεύειν; ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον, οὐ δύνανται νηστεύειν· ٢٠ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. ٢١Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. ٢٢καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοί ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον.
٢٣Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. ٢٤καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; ٢٥καὶ αὐτὸς ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαβίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; ٢٦πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ τοῦ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν ٢٧καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ٢٨ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

الرجاء إدخال تعليقك أو فسّر عن المشكلة التي واجهتها في الأسفل.