شكراً، رسالتكم قد أرسلت
٢ كورنثوس ٥
١Οἴδαμεν
γὰρ
ὅτι
ἐὰν
ἡ
ἐπίγειος
ἡμῶν
οἰκία
τοῦ
σκήνους
καταλυθῇ,
οἰκοδομὴν
ἐκ
θεοῦ
ἔχομεν,
οἰκίαν
ἀχειροποίητον,
αἰώνιον
ἐν
τοῖς
οὐρανοῖς.
٢καὶ
γὰρ
ἐν
τούτῳ
στενάζομεν,
τὸ
οἰκητήριον
ἡμῶν
τὸ
ἐξ
οὐρανοῦ
ἐπενδύσασθαι
ἐπιποθοῦντες·
٣εἴγε
καὶ
ἐνδυσάμενοι
οὐ
γυμνοὶ
εὑρεθησόμεθα.
٤καὶ
γὰρ
οἱ
ὄντες
ἐν
τῷ
σκήνει
στενάζομεν
βαρούμενοι·
ἐπειδή
οὐ
θέλομεν
ἐκδύσασθαι
ἀλλ᾽
ἐπενδύσασθαι
ἵνα
καταποθῇ
τὸ
θνητὸν
ὑπὸ
τῆς
ζωῆς
٥ὁ
δὲ
κατεργασάμενος
ἡμᾶς
εἰς
αὐτὸ
τοῦτο
θεός,
ὁ
καὶ
δοὺς
ἡμῖν
τὸν
ἀρραβῶνα
τοῦ
πνεύματος.
٦Θαρροῦντες
οὖν
πάντοτε,
καὶ
εἰδότες
ὅτι
ἐνδημοῦντες
ἐν
τῷ
σώματι
ἐκδημοῦμεν
ἀπὸ
τοῦ
κυρίου-
٧διὰ
πίστεως
γὰρ
περιπατοῦμεν,
οὐ
διὰ
εἴδους-
٨θαρροῦμεν
δὲ,
καὶ
εὐδοκοῦμεν
μᾶλλον
ἐκδημῆσαι
ἐκ
τοῦ
σώματος,
καὶ
ἐνδημῆσαι
πρὸς
τὸν
κύριον.
٩διὸ
καὶ
φιλοτιμούμεθα,
εἴτε
ἐνδημοῦντες,
εἴτε
ἐκδημοῦντες,
εὐάρεστοι
αὐτῷ
εἶναι.
١٠τοὺς
γὰρ
πάντας
ἡμᾶς
φανερωθῆναι
δεῖ
ἔμπροσθεν
τοῦ
βήματος
τοῦ
Χριστοῦ
ἵνα
κομίσηται
ἕκαστος
τὰ
διὰ
τοῦ
σώματος,
πρὸς
ἃ
ἔπραξεν,
εἴτε
ἀγαθὸν,
εἴτε
κακόν.
١١Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. ١٢οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ. ١٣εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. ١٤ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· ١٥καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. ١٦Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ١٧ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονεν καινά τὰ πάντα. ١٨τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς· ١٩ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. ٢٠ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ καταλλάγητε τῷ θεῷ. ٢١τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γινώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

الرجاء إدخال تعليقك أو فسّر عن المشكلة التي واجهتها في الأسفل.