Thank you, your message has been sent.
2 Corinthians 5
1Οἴδαμεν
γὰρ
ὅτι
ἐὰν
ἡ
ἐπίγειος
ἡμῶν
οἰκία
τοῦ
σκήνους
καταλυθῇ,
οἰκοδομὴν
ἐκ
θεοῦ
ἔχομεν,
οἰκίαν
ἀχειροποίητον,
αἰώνιον
ἐν
τοῖς
οὐρανοῖς.
2καὶ
γὰρ
ἐν
τούτῳ
στενάζομεν,
τὸ
οἰκητήριον
ἡμῶν
τὸ
ἐξ
οὐρανοῦ
ἐπενδύσασθαι
ἐπιποθοῦντες·
3εἴγε
καὶ
ἐνδυσάμενοι
οὐ
γυμνοὶ
εὑρεθησόμεθα.
4καὶ
γὰρ
οἱ
ὄντες
ἐν
τῷ
σκήνει
στενάζομεν
βαρούμενοι·
ἐπειδή
οὐ
θέλομεν
ἐκδύσασθαι
ἀλλ᾽
ἐπενδύσασθαι
ἵνα
καταποθῇ
τὸ
θνητὸν
ὑπὸ
τῆς
ζωῆς
5ὁ
δὲ
κατεργασάμενος
ἡμᾶς
εἰς
αὐτὸ
τοῦτο
θεός,
ὁ
καὶ
δοὺς
ἡμῖν
τὸν
ἀρραβῶνα
τοῦ
πνεύματος.
6Θαρροῦντες
οὖν
πάντοτε,
καὶ
εἰδότες
ὅτι
ἐνδημοῦντες
ἐν
τῷ
σώματι
ἐκδημοῦμεν
ἀπὸ
τοῦ
κυρίου-
7διὰ
πίστεως
γὰρ
περιπατοῦμεν,
οὐ
διὰ
εἴδους-
8θαρροῦμεν
δὲ,
καὶ
εὐδοκοῦμεν
μᾶλλον
ἐκδημῆσαι
ἐκ
τοῦ
σώματος,
καὶ
ἐνδημῆσαι
πρὸς
τὸν
κύριον.
9διὸ
καὶ
φιλοτιμούμεθα,
εἴτε
ἐνδημοῦντες,
εἴτε
ἐκδημοῦντες,
εὐάρεστοι
αὐτῷ
εἶναι.
10τοὺς
γὰρ
πάντας
ἡμᾶς
φανερωθῆναι
δεῖ
ἔμπροσθεν
τοῦ
βήματος
τοῦ
Χριστοῦ
ἵνα
κομίσηται
ἕκαστος
τὰ
διὰ
τοῦ
σώματος,
πρὸς
ἃ
ἔπραξεν,
εἴτε
ἀγαθὸν,
εἴτε
κακόν.
11Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ. 13εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· 15καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. 16Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονεν καινά τὰ πάντα. 18τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς· 19ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. 20ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ καταλλάγητε τῷ θεῷ. 21τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γινώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

Please enter your comment or explain a problem you found below.