شكراً، رسالتكم قد أرسلت
١ تيموثاوس ٣
١Πιστὸς
ὁ
λόγος·
εἴ
τις
ἐπισκοπῆς
ὀρέγεται,
καλοῦ
ἔργου
ἐπιθυμεῖ.
٢δεῖ
οὖν
τὸν
ἐπίσκοπον
ἀνεπίληπτον
εἶναι,
μιᾶς
γυναικὸς
ἄνδρα,
νηφάλεον,
σώφρονα,
κόσμιον,
φιλόξενον,
διδακτικόν·
٣μὴ
πάροινον,
μὴ
πλήκτην,
μὴ
αἰσχροκερδῆ,
ἀλλὰ
ἐπιεικῆ,
ἄμαχον,
ἀφιλάργυρον·
٤τοῦ
ἰδίου
οἴκου
καλῶς
προϊστάμενον,
τέκνα
ἔχοντα
ἐν
ὑποταγῇ
μετὰ
πάσης
σεμνότητος.
٥εἰ
δέ
τις
τοῦ
ἰδίου
οἴκου
προστῆναι
οὐκ
οἶδεν,
πῶς
ἐκκλησίας
θεοῦ
ἐπιμελήσεται;
٦μὴ
νεόφυτον,
ἵνα
μὴ
τυφωθεὶς
εἰς
κρίμα
ἐμπέσῃ
τοῦ
διαβόλου.
٧δεῖ
δὲ
αὐτὸν
καὶ
μαρτυρίαν
καλὴν
ἔχειν
ἀπὸ
τῶν
ἔξωθεν,
ἵνα
μὴ
εἰς
ὀνειδισμὸν
ἐμπέσῃ
καὶ
παγίδα
τοῦ
διαβόλου.
٨Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ٩ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. ١٠καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. ١١γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλέους, πιστὰς ἐν πᾶσιν. ١٢διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. ١٣οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
١٤Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον· ١٥ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. ١٦καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.

الرجاء إدخال تعليقك أو فسّر عن المشكلة التي واجهتها في الأسفل.