Thank you, your message has been sent.
1 Timothy 3
1Πιστὸς
ὁ
λόγος·
εἴ
τις
ἐπισκοπῆς
ὀρέγεται,
καλοῦ
ἔργου
ἐπιθυμεῖ.
2δεῖ
οὖν
τὸν
ἐπίσκοπον
ἀνεπίληπτον
εἶναι,
μιᾶς
γυναικὸς
ἄνδρα,
νηφάλεον,
σώφρονα,
κόσμιον,
φιλόξενον,
διδακτικόν·
3μὴ
πάροινον,
μὴ
πλήκτην,
μὴ
αἰσχροκερδῆ,
ἀλλὰ
ἐπιεικῆ,
ἄμαχον,
ἀφιλάργυρον·
4τοῦ
ἰδίου
οἴκου
καλῶς
προϊστάμενον,
τέκνα
ἔχοντα
ἐν
ὑποταγῇ
μετὰ
πάσης
σεμνότητος.
5εἰ
δέ
τις
τοῦ
ἰδίου
οἴκου
προστῆναι
οὐκ
οἶδεν,
πῶς
ἐκκλησίας
θεοῦ
ἐπιμελήσεται;
6μὴ
νεόφυτον,
ἵνα
μὴ
τυφωθεὶς
εἰς
κρίμα
ἐμπέσῃ
τοῦ
διαβόλου.
7δεῖ
δὲ
αὐτὸν
καὶ
μαρτυρίαν
καλὴν
ἔχειν
ἀπὸ
τῶν
ἔξωθεν,
ἵνα
μὴ
εἰς
ὀνειδισμὸν
ἐμπέσῃ
καὶ
παγίδα
τοῦ
διαβόλου.
8Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, 9ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. 10καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. 11γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλέους, πιστὰς ἐν πᾶσιν. 12διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. 13οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
14Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον· 15ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. 16καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.

Please enter your comment or explain a problem you found below.